Ἐλθέ, μάκαρ, Παιάν, Τιτυοκτόνε, Φοῖβε, Λυκωρεῦ, Μεμφῖτ᾽, ἀγλαότιμε, ἰήιε, ὀλβιοδῶτα, χρυσολύρη, σπερμεῖε, ἀρότριε, Πύθιε, Τιτάν, Γρύνειε, Σμινθεῦ, Πυθοκτόνε, Δελφικέ, μάντι, ἄγριε, φωσφόρε δαῖμον, ἐράσμιε, κύδιμε κοῦρε, μουσαγέτα, χοροποιέ, ἑκηβόλε, τοξοβέλεμνε, Βράγχιε καὶ Διδυμεῦ, ἑκάεργε, Λοξία, ἁγνέ, Δήλι᾽ ἄναξ, πανδερκὲς ἔχων φαεσίμβροτον ὄμμα, χρυσοκόμα, καθαρὰς φήμας χρησμούς τ᾽ ἀναφαίνων· κλῦθί μου εὐχομένου λαῶν ὕπερ εὔφρονι θυμῶι· τόνδε σὺ γὰρ λεύσσεις τὸν ἀπείριτον αἰθέρα πάντα γαῖαν δ᾽ ὀλβιόμοιρον ὕπερθέ τε καὶ δι᾽ ἀμολγοῦ, νυκτὸς ἐν ἡσυχίαισιν ὑπ᾽ ἀστεροόμματον ὄρφνην ῥίζας νέρθε δέδορκας, ἔχεις δέ τε πείρατα κόσμου παντός· σοὶ δ᾽ ἀρχή τε τελευτή τ᾽ ἐστὶ μέλουσα, παντοθαλής, σὺ δὲ πάντα πόλον κιθάρηι πολυκρέκτωι ἁρμόζεις, ὁτὲ μὲν νεάτης ἐπὶ τέρματα βαίνων, ἄλλοτε δ᾽ αὖθ᾽ ὑπάτης, ποτὲ Δώριον εἰς διάκοσμον πάντα πόλον κιρνὰς κρίνεις βιοθρέμμονα φῦλα, ἁρμονίηι κεράσας {τὴν} παγκόσμιον ἀνδράσι μοῖραν, μίξας χειμῶνος θέρεός τ᾽ ἴσον ἀμφοτέροισιν, ταῖς ὑπάταις χειμῶνα, θέρος νεάταις διακρίνας, Δώριον εἰς ἔαρος πολυηράτου ὥριον ἄνθος. ἔνθεν ἐπωνυμίην σε βροτοὶ κλήιζουσιν ἄνακτα, Πᾶνα, θεὸν δικέρωτ᾽, ἀνέμων συρίγμαθ᾽ ἱέντα· οὕνεκα παντὸς ἔχεις κόσμου σφραγῖδα τυπῶτιν. κλῦθι, μάκαρ, σώζων μύστας ἱκετηρίδι φωνῆι.
Wednesday, December 21, 2016
Ορφικός Ύμνος Απόλλωνος

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment