Ορφικό Θυμίαμα Θεού Απόλλωνος - Ιεροπρακτικός Κύκλος ΟΦΙΩΝ
Μουσική: Τυρταίος ΟΦΙΩΝ
Εκτέλεση: Ιεροπρακτικός Κύκλος ΟΦΙΩΝ
Ἐλθέ, Μάκαρ Παιάν, Τιτυοκτόνε, Φοῖβε, Λυκωρεῦ, Μεμφῖτα, Αγλαότιμε, Ιήιε, Ολβιοδῶτα, Χρυσολύρη, Σπερμεῖε, Αρότριε, Πύθιε, Τιτάν, Γρύνειε, Σμινθεῦ, Πυθοκτόνε, Δελφικέ Μάντι, Άγριε, Φωσφόρε Δαῖμον, Εράσμιε, Κύδιμε Κοῦρε, Μουσαγέτα, Χοροποιέ, Εκηβόλε, Τοξοβέλεμνε, Βράγχιε καὶ Διδυμεῦ, Εκάεργε, Λοξία, Αγνέ, Δήλι᾽ Άναξ, Πανδερκὲς ἔχων φαεσίμβροτον ὄμμα, Χρυσοκόμα, καθαρὰς φήμας χρησμούς τ᾽ ἀναφαίνων• Κλῦθί μευ εὐχομένου λαῶν ὕπερ εὔφρονι θυμῶι• Τόνδε Σὺ γὰρ λεύσσεις τὸν ἀπείριτον Αἰθέρα πάντα, Γαῖαν δ᾽ Ολβιόμοιρον ὕπερθεν καὶ δι᾽ Αμολγοῦ Νυκτὸς ἐν ἡσυχίαισιν ὑπ᾽ Αστεροόμματον Όρφνην ῥίζας νέρθε δέδορκας, ἔχεις δέ τε πείρατα κόσμου παντός• Σοὶ δ᾽ Αρχή τε τελευτή τ᾽ ἐστὶ μέλουσα, Παντοθαλής, Σὺ δὲ πάντα πόλον κιθάρηι πολυκρέκτωι ἁρμόζεις, ὁτὲ μὲν νεάτης ἐπὶ τέρματα βαίνων, ἄλλοτε δ᾽ αὖθ᾽ ὑπάτης, ποτὲ Δώριον εἰς διάκοσμον πάντα πόλον κιρνὰς, κρίνεις βιοθρέμμονα φῦλα, ἁρμονίηι κεράσας παγκόσμιον ἀνδράσι μοῖραν• Μίξας χειμῶνος θέρεός τ᾽ ἴσον ἀμφοτέροισιν, ταῖς ὑπάταις χειμῶνα, θέρος νεάταις διακρίνας, Δώριον εἰς ἔαρος πολυηράτου ὥριον ἄνθος, ἔνθεν ἐπωνυμίην σε βροτοὶ κλήιζουσιν Άνακτα, Πᾶνα, Θεὸν Δικέρωτα, Ανέμων συρίγμαθ᾽ ἱέντα• οὕνεκα παντὸς ἔχεις κόσμου σφραγῖδα τυπῶτιν• Κλῦθι, Μάκαρ, σώζων μύστας ἱκετηρίδι φωνῆι.
e-mail: ophionhellas@gmail.com
Hταν ένας κόσμος που χάθηκε.
ReplyDeletehttps://www.youtube.com/watch?v=HuxprRbO7fI